TLG 1953 003 :: HIERONYMUS :: Fragmenta HIERONYMUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 452–455. Frr. ante 1, 1–13 (Τῶν διαδόχων καὶ ἐπιγόνων ἱστορίαι) Citation: Fragment — (line) | ||
t1-13 | ΤΩΝ ΔΙΑΔΟΧΩΝ ΚΑΙ ΕΠΙΓΟΝΩΝ ΙΣΤΟΡΙΑΙ. | |
1 | Athenaeus V: Ἱερώνυμος ἐπὶ τῇ κατα‐ σκευῇ τῆς ἁρμαμάξης, ᾗ συνέβαινε κατακομισθῆναι τὸ Ἀλεξάνδρου σῶμα (sc. θαυμαζέτω). | |
1a | Appianus Mithrid. c. 8: Καπ‐ παδοκίας δὲ πρὸ μὲν Μακεδόνων οἵτινες ἦρχον, οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε ἰδίαν ἀρχὴν, εἴτε Δαρείου κα‐ τήκουον. Ἀλέξανδρος δέ μοι δοκεῖ τοὺς ἄρχοντας τῶνδε | |
5 | τῶν ἐθνῶν ἐπὶ φόρῳ καταλιπεῖν, ἐπειγόμενος ἐπὶ Δα‐ ρεῖον. Φαίνεται γὰρ καὶ Ἀμισὸν, ἐν Πόντῳ πόλιν Ἀττικοῦ γένους, ἐπὶ δημοκρατίαν, ὡς πάτριον σφίσι πολιτείαν, ἀγαγών. Ἱερώνυμος δὲ οὐδ’ ἐπιψαῦσαι τῶν ἐθνῶν ὅλως, ἀλλ’ ἀνὰ τὴν παράλιον τῆς Παμφυλίας | |
---|---|---|
10 | καὶ Κιλικίας ἑτέραν ὁδὸν ἐπὶ τὸν Δαρεῖον τραπέσθαι. Περδίκκας δὲ, ὃς ἐπὶ Ἀλεξάνδρῳ τῆς Μακεδόνων ἦρχεν, Ἀριαράθην, Καππαδοκίας ἡγούμενον, εἴτε ἀφι‐ στάμενον, εἴτε τὴν ἀρχὴν αὐτοῦ περιποιούμενος Μακε‐ δόσιν, εἷλε καὶ ἐκρέμασε, καὶ ἐπέστησε τοῖς ἔθνεσιν | 452 |
15 | Εὐμένη τὸν Καρδιανόν. | |
2 | Lucian. Macrob. c. 13.: Ἀριαράθης δὲ ὁ Καππαδοκῶν βασιλεὺς δύο μὲν καὶ ὀγδοήκοντα ἔζησεν ἔτη, ὡς Ἱερώνυμος ἱστορεῖ. Ἐδυνήθη δὲ ἴσως καὶ ἐπὶ πλέον διαγενέσθαι, ἀλλ’ ἐν τῇ πρὸς Περδίκκαν | |
5 | μάχῃ ζωγρηθεὶς ἀνεσκολοπίσθη. | |
3 | Id. ibid.: Μιθριδάτης δὲ ὁ Πόντου βασιλεὺς, ὁ προσ‐ αγορευθεὶς Κτίστης, Ἀντίγονον τὸν μονόφθαλμον φεύ‐ γων, ἐπὶ Πόντου ἐτελεύτησε, βιώσας ἔτη τέσσαρα καὶ ὀγδοήκοντα, ὥσπερ Ἱερώνυμος ἱστορεῖ καὶ ἄλλοι συγ‐ | |
5 | γραφεῖς. | |
4 | Id. ibid. c. 11: Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύ‐ μασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς καὶ | |
5 | ὀγδοήκοντα, ὥσπερ ὁ συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ. Καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ πρὸς Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος. | |
5 | Strabo VIII: Τὴν δὲ τοποθεσίαν τῆς πό‐ λεως (Κορίνθου), ἐξ ὧν Ἱερώνυμός τε εἴρηκε καὶ Εὔ‐ δοξος καὶ ἄλλοι, καὶ αὐτοὶ δὲ εἴδομεν νεωστὶ ἀναληφθεί‐ σης ὑπὸ τῶν Ῥωμαίων, τοιάνδε εἶναι συμβαίνει. | |
6 | Pausanias I, 9, 9: Λυσίμαχος δὲ καὶ ἐς πόλεμον πρὸς Πύρρον κατέστη τὸν Αἰακίδου, φυλάξας δὲ ἐξ Ἠπείρου ἀπιόντα (οἷα δὴ τὰ πολλὰ ἐκεῖνος ἐπλανᾶτο), τήν τε ἄλλην ἐλεηλάτησεν Ἤπειρον, καὶ ἐπὶ τὰς θήκας | |
5 | ἦλθε τῶν βασιλέων. Τὰ δὲ ἐντεῦθεν ἐμοί ἐστιν οὐ πιστά. Ἱερώνυμος δὲ ἔγραψε Καρδιανὸς Λυσίμαχον τὰς θήκας τῶν νεκρῶν ἀνελόντα τὰ ὀστᾶ ἐκρῖψαι. Ὁ δὲ Ἱερώνυμος οὗτος ἔχει μὲν καὶ ἄλλως δόξαν πρὸς ἀπέχθειαν γράψαι τῶν βασιλέων, πλὴν Ἀντιγόνου, τούτῳ δὲ οὐ δικαίως | |
10 | χαρίζεσθαι· τὰ δὲ ἐπὶ τοῖς τάφοις τῶν Ἠπειρωτῶν, παν‐ τάπασίν ἐστι φανερὸς πρὸς ἐπήρειαν συνθεὶς, ἄνδρα Μα‐ κεδόνα θήκας νεκρῶν ἀνελεῖν. Χωρὶς δὲ ἠπίστατο δήπου καὶ Λυσίμαχος, οὐ Πύρρου σφᾶς προγόνους μόνον, ἀλλὰ καὶ Ἀλεξάνδρου τοὺς αὐτοὺς τούτους ὄντας· καὶ γὰρ | |
15 | Ἀλέξανδρος Ἠπειρώτης ἦν καὶ τῶν Αἰακιδῶν τὰ πρὸς μητρός· ἡ δὲ ὕστερον Πύρρου πρὸς Λυσίμαχον συμ‐ μαχία δηλοῖ, καὶ προσπολεμήσασιν ἀδιάλλακτόν γε οὐδὲν πρὸς ἀλλήλους γενέσθαι σφίσι· τῷ δὲ Ἱερωνύμῳ τάχα μέν που καὶ ἄλλα ἦν ἐς Λυσίμαχον ἐγκλήματα, | |
20 | μέγιστον δὲ, ὅτι τὴν Καρδιανῶν πόλιν ἀνελὼν Λυσι‐ μαχίαν ἀντ’ αὐτῆς ᾤκισεν ἐπὶ τῷ Ἰσθμῷ τῆς Θρᾳκίας Χερρονήσου. | 453 |
7 | Plutarch. Pyrrh. c. 17, 7: Διονύσιος μὲν οὖν ὀλίγῳ τῶν πεντακισχιλίων καὶ μυρίων ἐλάσσονας πεσεῖν ἱστορεῖ τῶν Ῥωμαίων, Ἱερώνυμος δὲ μόνους ἑπτακισχιλίους, τῶν δὲ περὶ Πύρ‐ | |
5 | ρον ὁ μὲν Διονύσιος μυρίους καὶ τρισχιλίους, ὁ δὲ Ἱε‐ ρώνυμος ἐλάττονας τῶν τετρακισχιλίων. | |
8 | Idem ibid. c. 21, 6: Ἐκ τούτου μάχης ἄλλης τῶν πραγμάτων αὐτῷ δεομέ‐ νων ἀναλαβὼν τὴν στρατιὰν ἐχώρει, καὶ περὶ Ἄσκλον πόλιν τοῖς Ῥωμαίοις συνάψας καὶ βιαζόμενος πρὸς χω‐ | |
5 | ρία δύσιππα καὶ ποταμὸν ὑλώδη καὶ τραχὺν, ἔφοδον τῶν θηρίων οὐ λαβόντων, ὥστε προσμῖξαι τῇ φάλαγγι, τραυ‐ μάτων πολλῶν γενομένων καὶ νεκρῶν πεσόντων, τότε μὲν διεκρίθη μέχρι νυκτὸς ἀγωνισάμενος. Τῇ δὲ ὑστε‐ ραίᾳ στρατηγῶν δι’ ὁμαλοῦ τὴν μάχην θέσθαι καὶ τοὺς | |
10 | ἐλέφαντας ἐν τοῖς ὅπλοις γενέσθαι τῶν πολεμίων, προέ‐ λαβε τὰς δυσχωρίας φυλακῇ καὶ πολλὰ καταμίξας ἀκοντίσματα καὶ τοξεύματα τοῖς θηρίοις, ἐπῆγε μετὰ ῥώμης καὶ βίας πυκνὴν καὶ συντεταγμένην τὴν δύνα‐ μιν. Οἱ δὲ Ῥωμαῖοι τὰς διακλίσεις καὶ τὰς ἀντι‐ | |
15 | παραγωγὰς τὰς πρότερον οὐκ ἔχοντες ἐξ ἐπιπέδου συνε‐ φέροντο κατὰ στόμα καὶ σπεύδοντες ὤσασθαι τοὺς ὁπλίτας, πρὶν ἐπιβῆναι τὰ θηρία, δεινοὺς περὶ τὰς σα‐ ρίσσας τῶν ξιφῶν ἀγῶνας εἶχον ἀφειδοῦντες ἑαυτῶν καὶ τὸ τρῶσαι καὶ καταβαλεῖν ὁρῶντες, τὸ δὲ παθεῖν | |
20 | εἰς οὐδὲν τιθέμενοι. Χρόνῳ δὲ πολλῷ λέγεται μὲν ἀρχὴ τροπῆς κατ’ αὐτὸν γενέσθαι τὸν Πύρρον ἐπερεί‐ σαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργάσατο, χρήσασθαι τῇ ἀρετῇ πρὸς τὴν μάχην τῶν Ῥωμαίων μὴ δυναμένων, | |
25 | ἀλλ’ οἷον ἐφόδῳ κύματος ἢ σεισμοῦ κατερείποντος οἰο‐ μένων δεῖν ἐξίστασθαι μηδὲ ὑπομένειν ἀπράκτους ἀπο‐ θνήσκειν ἐν τῷ μηδὲν ὠφελεῖν πάντα πάσχοντας τὰ χαλεπώτατα. Τῆς δὲ φυγῆς οὐ μακρᾶς εἰς τὸ στρα‐ τόπεδον γενομένης, ἑξακισχιλίους ἀποθανεῖν φησὶ τῶν | |
30 | Ῥωμαίων Ἱερώνυμος, τῶν δὲ περὶ Πύρρον ἐν τοῖς βασιλικοῖς Ὑπομνήμασιν ἀνενεχθῆναι τρισχιλίους πεν‐ τακοσίους καὶ πέντε τεθνηκότας. Ὁ μέντοι Διονύ‐ σιος οὔτε δύο περὶ Ἄσκλον μάχας οὔτε ὁμολογουμένην ἧτταν ἱστορεῖ γενέσθαι Ῥωμαίων, ἅπαξ δὲ μέχρι δυ‐ | |
35 | σμῶν ἡλίου μαχεσαμένους μόλις ἀπαλλαγῆναι, τοῦ Πύρρου τρωθέντος ὑσσῷ τὸν βραχίονα καὶ τὴν ἀπο‐ σκευὴν ἅμα Σαυνιτῶν διαρπασάντων, ἀποθανεῖν δὲ καὶ Πύρρου καὶ Ῥωμαίων ἄνδρας ὑπὲρ μυρίους πεντα‐ | |
κισχιλίους ἑκατέρων. | 454 | |
9 | Plutarch. Pyrrh. c. 27, 5: Ἦν τὸ μὲν πλάτος αὐτῆς πήχεων ἓξ, τὸ δὲ βάθος τεττάρων, τὸ δὲ μῆκος ὀκτάπλεθρον, ὡς ἱστορεῖ Φύλαρχος, ὡς δὲ Ἱερώνυμος, ἔλαττον. | |
10 | Pausan. I, 13, 9: Θαῦμα δὲ ποιοῦμαι τῶν καλου‐ μένων Αἰακιδῶν αὐτοῖς κατὰ τὰ αὐτὰ ἐκ τοῦ θεοῦ συμβῆναι τὴν τελευτήν· εἴγε Ἀχιλλέα μὲν Ὅμηρος ὑπὸ Ἀλεξάνδρου φησὶ τοῦ Πριάμου καὶ Ἀπόλλωνος | |
5 | ἀπολέσθαι· Πύρρον δὲ τὸν Ἀχιλλέως ἡ Πυθία προσέτα‐ ξεν ἀποκτεῖναι Δελφοῖς· τῷ δὲ Αἰακίδου συνέβη τὰ ἐς τὴν τελευτὴν, οἷα Ἀργεῖοί τε λέγουσι καὶ Λευκέας ἐποίησε. Διάφορα δὲ ὅμως ἐστὶ καὶ ταῦτα, ὡς Ἱερώ‐ νυμος ὁ Καρδιανὸς ἔγραψε· ἀνδρὶ γὰρ βασιλεῖ συνόντα | |
10 | ἀνάγκη πᾶσα ἐς χάριν συγγράφειν. Εἰ δὲ καὶ Φίλι‐ στος αἰτίαν δικαίαν εἴληφεν, ἐπελπίζων τὴν ἐν Συρα‐ κούσαις κάθοδον, ἀποκρύψασθαι τῶν Διονυσίου τὰ ἀνοσιώτατα, ἦ που πολλή γε Ἱερωνύμῳ συγγνώμη τὰ ἐς ἡδονὴν Ἀντιγόνου γράφειν. | |
11 | Strabo IX: Ἱερώνυμος δὲ τῆς πεδιάδος Θετταλίας καὶ Μαγνήτιδος τὸν κύκλον τρισχιλίων στα‐ δίων ἀποφαίνεται· ᾠκῆσθαι δ’ ὑπὸ τῶν Πελασγῶν· ἐξελασθῆναι δὲ τούτους εἰς Αἰτωλίαν ὑπὸ Λαπιθῶν· | |
5 | εἶναι δὲ τὸ νῦν καλούμενον Πελασγικὸν πεδίον, ἐν ᾧ Λάρισσα καὶ Γυρτώνη καὶ Φεραὶ καὶ Μόψιον καὶ Βοιβηῒς καὶ Ὄσσα καὶ Ὁμόλη καὶ Πήλιον καὶ Μαγνῆ‐ τις. | |
12 | Strabo. X: Ἱερώνυμος δὲ μῆκος δισχιλίων φήσας, τὸ δὲ πλάτος ἀνώμαλον, πλειόνων ἂν εἴη λέγων τὸν κύκλον ἢ ὅσον Ἀρτεμίδωρος, | |
5 | κατά τε τὸ τρίτον μέρος τοῦ μήκους. | |
13 | Josephus C. Apion: Ὅτι δὲ οὐκ ἀγνοοῦντες ἔνιοι τῶν συγγραφέων τὸ ἔθνος ἡμῶν ἀλλ’ ὑπὸ φθόνου τινὸς ἢ δι’ ἄλλας αἰτίας οὐχ ὑγιεῖς τὴν μνή‐ μην παρέλιπον, τεκμήριον οἶμαι παρέξειν. Ἱερώνυμος | |
5 | γὰρ ὁ τὴν Περὶ τῶν διαδόχων ἱστορίαν συγγεγραφὼς, κατὰ τὸν αὐτὸν μὲν χρόνον ἦν Ἑκαταίῳ, φίλος δ’ ὢν τοῦ Ἀντιγόνου βασιλέως, τὴν Συρίαν ἐπετρόπευεν. Ἀλλ’ ὅμως Ἑκαταῖος μὲν τὸ βιβλίον ἔγραψε περὶ ἡμῶν, Ἱερώνυμος δ’ οὐδαμοῦ κατὰ τὴν | |
10 | ἱστορίαν ἐμνημόνευσε, καίτοι σχεδὸν ἐν τοῖς τόποις | |
διατετροφώς. | 455 |